Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.250 Joseph. AJ 16.254 (English) >>Joseph. AJ 16.260

16.253πολλῆς δὲ τῆς εἰς τὸ τοιοῦτον ἑτοιμότητος οὔσης καὶ φόβου καὶ ταραχῆς περὶ τὸ βασίλειον, εἷς τις τῶν νεωτέρων ὡς ἐν ταῖς ἀνάγκαις ἐγένετο, διαπέμπειν ἔφη τοῖς ἐν Ῥώμῃ φίλοις τὸν Ἀλέξανδρον ἀξιοῦντα κληθῆναι θᾶττον ὑπὸ Καίσαρος· ἔχειν γὰρ αὐτῷ πρᾶξιν ἐπʼ αὐτὸν συνισταμένην μηνῦσαι Μιθριδάτην τὸν βασιλέα Πάρθων τοῦ πατρὸς ᾑρημένου κατὰ Ῥωμαίων φίλον· εἶναι δʼ αὐτῷ καὶ φάρμακον ἐν Ἀσκάλωνι παρεσκευασμένον. 16.254

Τούτοις ἐπίστευσεν Ἡρώδης καί τινα παραμυθίαν τῆς προπετείας εἴληφεν ἐν τοῖς κακοῖς ὑπὸ τῶν χειρόνων κολακευόμενος. καὶ τὸ μὲν φάρμακον εὐθὺς ἐσπουδακότι ζητεῖν οὐχ εὑρέθη. 16.255τὴν δʼ ὑπερβολὴν τῶν κακῶν Ἀλέξανδρος ἐκ φιλονεικίας ἐπιρρῶσαι θέλων εἰς μὲν ἄρνησιν οὐκ ἐτράπετο, μετῄει δὲ τὴν προπέτειαν τοῦ πατρὸς ἁμαρτίᾳ μείζονι, τάχα δὲ καὶ διὰ τούτου βουλόμενος δυσωπῆσαι τὸ πρὸς τὰς διαβολὰς ἕτοιμον, οὐχ ἥκιστα δὲ εἰ καὶ ἔτυχεν πιστευθεὶς κακοῦν αὐτόν τε καὶ πᾶσαν τὴν βασιλείαν προῃρημένος. 16.256γράμματα γὰρ γράψας ἐν βιβλίοις τέσσαρσιν ἀπέστειλεν, ὡς οὐδὲν δεῖ βασανίζειν οὐδὲ περαιτέρω χωρεῖν· γενέσθαι γὰρ τὴν ἐπιβουλὴν καὶ ταύτης συλλαμβάνειν τόν τε Φερώραν καὶ τοὺς πιστοτάτους αὐτῷ τῶν φίλων, Σαλώμην δὲ καὶ νύκτωρ ἐπεισελθοῦσαν ἄκοντι μιγῆναι· 16.257καὶ πάντας ἐπὶ ταὐτὸν ἥκειν τοὺς θᾶττον ἐκεῖνον ἐκποδὼν ποιησαμένους ἄδειαν τῆς ἀεὶ προσδοκίας ἔχειν. ἐν τούτοις καὶ Πτολεμαῖος διεβέβλητο καὶ Σαπίννιος οἱ πιστότατοι τῷ βασιλεῖ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.250 Joseph. AJ 16.254 (English) >>Joseph. AJ 16.260

Powered by PhiloLogic